Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.562 | Joseph. BJ 4.570 (English) | >>Joseph. BJ 4.577 |
4.567συμβαλόντες δὲ ἀναιροῦσί τε πολλοὺς τῶν ζηλωτῶν καὶ συνελαύνουσι τοὺς λοιποὺς εἰς τὴν βασιλικὴν αὐλὴν κατασκευασθεῖσαν ὑπὸ Γραπτῆς ·
4.568συγγενὴς δὲ ἦν αὕτη τοῦ τῶν Ἀδιαβηνῶν βασιλέως Ἰζᾶ · συνεισπίπτουσι δὲ οἱ Ἰδουμαῖοι , κἀκεῖθεν εἰς τὸ ἱερὸν ἐξώσαντες τοὺς ζηλωτὰς ἐφʼ ἁρπαγὴν ἐτράποντο τῶν Ἰωάννου χρημάτων ·
4.569κατὰ γὰρ τὴν προειρημένην αὐλὴν αὐτός τε † ὢν ἐκεῖ καὶ τὰ λάφυρα
-- -- ἐν δὲ τούτῳ τὸ κατὰ τὴν πόλιν ἐσκεδασμένον πλῆθος τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν πρὸς τοὺς διαπεφευγότας ἠθροίσθη , καὶ κατάγειν αὐτοὺς παρεσκευάσατο Ἰωάννης ἐπί τε τὸν δῆμον καὶ τοὺς Ἰδουμαίους .
4.571τοῖς δὲ οὐχ οὕτω τὴν ἔφοδον αὐτῶν καταδεῖσαι παρέστη μαχιμωτέροις οὖσιν ὡς τὴν ἀπόνοιαν , μὴ νύκτωρ ἐκ τοῦ ἱεροῦ παρεισδύντες αὐτούς τε διαφθείρωσι καὶ τὸ ἄστυ καταπιμπρῶσι .
4.572συνελθόντες οὖν μετὰ τῶν ἀρχιερέων ἐβουλεύοντο , τίνα χρὴ τρόπον φυλάξασθαι τὴν ἐπίθεσιν .
4.573θεὸς δὲ ἄρα τὰς γνώμας αὐτῶν εἰς κακὸν ἔτρεψε , καὶ χαλεπώτερον ἀπωλείας ἐπενόησαν τὸ πρὸς σωτηρίαν φάρμακον · ἵνα γοῦν καταλύσωσιν Ἰωάννην , ἔκριναν δέχεσθαι Σίμωνα καὶ μετὰ ἱκετηριῶν δεύτερον εἰσαγαγεῖν ἑαυτοῖς τύραννον .
4.574ἐπεραίνετο δʼ ἡ βουλή , καὶ τὸν ἀρχιερέα Ματθίαν πέμψαντες ἐδέοντο Σίμωνι εἰσελθεῖν ὃν πολλὰ ἔδεισαν · συμπαρεκάλουν δὲ οἱ ἐκ τῶν Ἱεροσολύμων τοὺς ζηλωτὰς φεύγοντες πόθῳ τῶν οἴκων καὶ τῶν κτημάτων .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.562 | Joseph. BJ 4.570 (English) | >>Joseph. BJ 4.577 |